Τετάρτη 16 Σεπτεμβρίου 2026

 

Περὶ τοῦ τόπου τῆς διαμονῆς τῶν ψυχῶν τῶν ἁγίων καὶ δικαίων πρὸ τῆς τελείας κρίσεως.

Ἁγίου Νεκταρίου

Αἱ ψυχαὶ τῶν ἁγίων καὶ δικαίων κατὰ τὴν Ἁγίαν Γραφὴν μεταβαίνουσιν εἰς χεῖρας Θεοῦ· «Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὗ μὴ ἅψηται αὐτῶν βάσανος» (Σόφ. Σολομ. γ΄1). Διὰ τῆς ἐκφράσεως ταύτης δηλοῦται ὁ τόπος τῆς μακαριότητος. Ὁ τόπος οὗτος ἐν τῇ Ἁγίᾳ Γραφῇ ὀνομάζεται Παράδεισος. «Ἀμὴν λέγω σοι· σήμερον μετ’ ἐμοῦ ἔση ἐν τῷ Παραδείσω» (Λούκ. κγ΄43). λέγεται καὶ κόλπος τοῦ Ἀβραὰμ· «Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ» (Λούκ. ις΄22) καὶ Βασιλεία οὐρανῶν, κατὰ τὸν λόγον τοῦ Κυρίου εἰπόντος· «Λέγω ὑμῖν ὅτι πολλοὶ ἀπ’ ἀνατολῶν καὶ δυσμῶν ἤξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν» (Μάτθ. 8:11). Ἐπίσης ὀνομάζεται καὶ οἶκος Θεοῦ. Ὁ Εὐαγγελιστὴς Ἰωάννης ἀναφέρει τὴν διδασκαλία τοῦ Κυρίου εἰπόντος «ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαὶ εἰσὶν» (Ἴωαν. ιδ΄ 2). Διὰ ταύτης τῆς ρήσεως ὁ Σωτὴρ ὑποδηλοῖ καὶ τὸν βαθμὸς τῆς δόξης καὶ μακαριότητος τῶν ἐν Χριστῷ κεκοιμημένων κατὰ τὸ μέτρον τῆς ἀρετῆς καὶ τελειότητος ἑκάστου.

 

Δεν υπάρχουν σχόλια: